Reading 1a: Η ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΟΙ ΜΑΘΗΤΑΙ
Αὕτη
ἐστὶν Ἀσπασία.
ἡ Ἀσπασία
διδάσκαλός ἐστιν.
Αὕτη ἐστὶν Ἄτοσσα. ἡ Ἄτοσσα μαθήτριά ἐστιν.
αὕτη ἡ μαθήτρια Ἄτοσσά ἐστιν.
Οὗτός
ἐστι Σωφρόνιος. ὁ Σωφρόνιος
μαθητής ἐστιν.
οὗτος ὁ μαθητἠς ἐστιν Σωφρόνιος.
Αὗταί εἰσι Δάφνη καὶ Ἶρις. ἡ Δάφνη καὶ ἡ Ἶρις μαθήτριαί εἰσιν.
αὗται αἱ μαθήτριαι Δάφνη καὶ Ἶρίς εἰσιν.
Οὗτοί εἰσι Ζήνων καὶ Ματθίας. ὁ Ζήνων καὶ ὁ Ματθίας μαθηταί εἰσιν.
οὗτοι οἱ μαθηταί εἰσιν Ζήνων καὶ Ματθίας.
οἱ μαθηταί εἰσιν ὁ Ζήνων, ἡ Ἄτοσσα, ὁ Σωφρόνιος, ἡ Δάφνη, ὁ Ματθίας, ἡ Ἶρις.
Reading 1b: ΤΙΣ ΕΙ ΣΥ;
ΑΣΠΑΣΙΑ· Χαίρετε, ὦ μαθηταί!
ΜΑΘΗΤΑΙ· Χαῖρε καὶ σύ!
ΑΣΠΑΣΙΑ· Ἐγώ εἰμι Ἀσπασία. διδάσκαλός εἰμι.
τίνες
ἐστὲ
ὑμεῖς, ὦ μαθηταί;
τίς
εἶ σύ;
ΣΩΦΡΟΝΙΟΣ· Ἐγώ εἰμι Σωφρόνιος. μαθητής εἰμι.
ΑΣΠΑΣΙΑ· Τίς εἶ σύ;
ΑΤΟΣΣΑ· Ἐγώ εἰμι Ἄτοσσα. μαθήτριά εἰμι.
ΑΣΠΑΣΙΑ· Ὑμεῖς δέ, τίνες ἐστέ;
ΔΑΦΝΗ, ΙΡΙΣ· Ἡμεῖς ἐσμεν Δάφνη καὶ Ἶρις. καὶ ἡμεῖς μαθήτριαί ἐσμεν.
ΑΣΠΑΣΙΑ· Τίνες ἐστὲ ὑμεῖς;
ΖΗΝΩΝ, ΜΑΤΘΙΑΣ· Ἡμεῖς ἐσμεν Ζήνων καὶ Ματθίας. καὶ ἡμεῖς μαθηταί ἐσμεν.
ΑΣΠΑΣΙΑ· Εὖ γε!
Reading 1c: ΤΙΣ ΕΣΤΙΝ; / ΤΙ ΕΣΤΙΝ;
ΑΣΠΑΣΙΑ· Χαίρετε, ὦ μαθηταί. ὦ Ἄτοσσα, τίς ἐστιν οὗτος;
ΑΤΟΣΣΑ· Οὗτός ἐστιν ὁ Σωφρόνιος. μαθητής ἐστιν.
ΑΣΠΑΣΙΑ· Αὕτη δέ; τίς ἐστιν αὕτη;
ΑΤΟΣΣΑ· Αὕτη ἐστὶν ἡ Ἶρις. μαθήτριά ἐστιν.
ΑΣΠΑΣΙΑ· Εὖ γε! τίνες εἰσὶν οὗτοι;
ΣΩΦΡΟΝΙΟΣ· Οὗτοί εἰσιν ὁ Ζήνων καὶ ὁ Ματθίας. καὶ οὗτοι μαθηταί εἰσιν.
ΑΣΠΑΣΙΑ· Αὗται δέ; τίνες εἰσιν αὗται;
ΣΩΦΡΟΝΙΟΣ· Αὗταί εἰσιν ἡ Ἄτοσσα καὶ ἡ Δάφνη. καὶ αὗται μαθήτριαί εἰσιν.
ΑΣΠΑΣΙΑ· Οὗτοι δέ, τίνες εἰσίν;
ΜΑΤΘΙΑΣ· Οὗτοί εἰσιν ὁ Σωφρόνιος καὶ ἡ Δάφνη. καὶ οὗτοί εἰσιν μαθηταί.
ΑΣΠΑΣΙΑ· Τί ἐστι τοῦτο;
ΣΩΦΡΟΝΙΟΣ· Τοῦτό ἐστιν ποτήριον.
ΑΣΠΑΣΙΑ· Ὦ Δάφνη, τί ἐστι τοῦτο;
ΔΑΦΝΗ· Τοῦτό ἐστιν βιβλίον.
ΑΣΠΑΣΙΑ· Τοῦτο δέ;
ΜΑΤΘΙΑΣ· Οὗτός ἐστιν ἵππος.
ΑΣΠΑΣΙΑ· Ὦ Ἄτοσσα, τί τοῦτο;
ΑΤΟΣΣΑ· Ὑδρία ἐστὶν αὕτη.
ΑΣΠΑΣΙΑ· Ταῦτα δέ; τίνα ἐστὶ ταῦτα;
ΙΡΙΣ· Κάλαμος καὶ ἐπιστολἠ.
ΑΣΠΑΣΙΑ· Ὦ Ζήνων, ταῦτα τίνα ἐστίν;
ΖΗΝΩΝ· Πήρα καὶ ἄρτος.
Reading 1d: ΠΟΙΟΣ ΕΣΤΙΝ;
ΑΣΠΑΣΙΑ· Ὦ μαθηταί, τί ἐστι τοῦτο;
ΙΡΙΣ· Ὁ ἐμὸς κάλαμος ἐστίν.
ΑΣΠΑΣΙΑ· Ποῖός ἐστιν ὁ σὸς κάλαμος;
ΙΡΙΣ· Ὁ ἐμὸς κάλαμος ἐρυθρός ἐστιν.
ΑΣΠΑΣΙΑ· Τοῦτο δέ, τί ἐστιν;
ΖΗΝΩΝ· Αὕτη ἐστὶν ἡ ἐμὴ πήρα.
ΑΣΠΑΣΙΑ· Ποία ἐστὶν ἡ σὴ πήρα;
ΖΗΝΩΝ· Ἐρυθρά ἐστιν. ἡ ἐμὴ πήρα ἐστὶν ἐρυθρά.
ΑΣΠΑΣΙΑ· Ὦ Δάφνη, τί τοῦτο;
ΔΑΦΝΗ· Τὸ ἐμὸν βιβλίον ἐστίν.
ΑΣΠΑΣΙΑ· Ποῖόν ἐστιν τὸ σὸν βιβλίον;
ΔΑΦΝΗ· Παλαιόν ἐστιν τὸ ἐμὸν βιβλίον.
ΑΣΠΑΣΙΑ· Ὦ Ἄτοσσα καὶ Ματθία, τίνα ἐστὶ ταῦτα;
ΑΤΟΣΣΑ, ΜΑΤΘΙΑΣ· Ταῦτά ἐστιν τὰ ἡμέτερα βιβλία.
ΑΣΠΑΣΙΑ· Ποῖά ἐστιν τὰ ὑμέτερα βιβλία;
ΑΤΟΣΣΑ, ΜΑΤΘΙΑΣ· Τὰ ἡμέτερα βιβλία καινά ἐστιν.
ΑΣΠΑΣΙΑ· Ταῦτα δέ; τίνα ἐστὶ ταῦτα;
ΜΑΘΗΤΑΙ· Οἱ ἡμέτεροι αἴλουροί εἰσιν.
ΑΣΠΑΣΙΑ· Ποῖοί εἰσιν οἱ ὑμέτεροι αἴλουροι;
ΜΑΘΗΤΑΙ· Σοφοί εἰσιν. οἱ ἡμέτεροι αἴλουροι σοφοί εἰσιν.
Reading 1e: ΘΕΟΙ Η ΑΝΘΡΩΠΟΙ;
ΑΣΠΑΣΙΑ· Ἰδού θεοὶ καὶ ἄνθρωποι. τίνες εἰσὶν οὗτοι;
ὦ Ἄτοσσα, τίς ἐστιν αὕτη;
ΑΤΟΣΣΑ· Αὕτη ἐστὶν Ἀφροδίτη. ἡ Ἀφροδίτη θεά ἐστιν.
ΑΣΠΑΣΙΑ· Εὖ γε! αὕτη ἐστὶν Ἀφροδίτη ἡ θεά. ὦ Σωφρόνιε, τίς ἐστιν οὗτος;
ΣΩΦΡΟΝΙΟΣ· Οὗτός ἐστιν Σωκράτης. ὁ Σωκράτης οὐ θεός, ἀλλ’ ἄνθρωπός ἐστιν. ὁ Σωκράτης οὐ μόνον ἄνθρωπος, ἀλλὰ καὶ φιλόσοφός ἐστιν.
ΑΣΠΑΣΙΑ· Ἆρα καὶ οὗτός ἐστιν φιλόσοφος; ὦ Ἶρι, τίς οὗτος;
ΙΡΙΣ· Οὗτος οὐ φιλόσοφος, ἀλλὰ ποιητής ἐστιν. ἔστιν Ὅμηρος ὁ ποιητής.
ΑΣΠΑΣΙΑ· Ἆρα αὕτη θεά ἐστιν; ὦ Ματθία, τίς αὕτη;
ΜΑΤΘΙΑΣ· Αὕτη οὐ θεά, ἀλλ’ ἄνθρωπός ἐστιν. αὕτη ἐστὶν Ὑπατία· Ὑπατία φιλόσοφός ἐστιν.
ΑΣΠΑΣΙΑ· Θεά ἐστιν ἡ Ἀφροδίτη, καὶ ἄνθρωπος ἡ Ὑπατία. ἀλλὰ τίς αὕτη, ὦ Ζήνων;
ΖΗΝΩΝ· Σαπφώ ἐστιν. ἡ Σαπφώ ἐστι ποιήτρια.
ΑΣΠΑΣΙΑ· Καὶ οὗτος, τίς ἐστιν, ὦ Δάφνη;
ΔΑΦΝΗ· Οὗτος οὐκ ἄνθρωπος, ἀλλὰ θεός ἐστιν. οὗτός ἐστι Ἥφαιστος ὁ θεός.
ΑΣΠΑΣΙΑ· Εὖ γε. ὁ Ἥφαιστος καὶ ἡ Ἀφροδίτη θεοί εἰσιν. οὗτοι οὔκ εἰσιν ἄνθρωποι. ὁ Ὅμηρος καὶ ἡ Σαπφώ οὐ θεοί εἰσιν, ἀλλ’ ἄνθρωποι. ἄνθρωποί εἰσιν καὶ ἥ τε Ὑπατία καὶ ἡ Σαπφώ.
Ὁ Ὅμηρος καὶ ἡ Σαπφώ οὔτε θεοί οὔτε μαθηταί εἰσιν. οὗτοι ἄνθρωποι καὶ ποιηταί εἰσιν. ὁ Ἥφαιστος καὶ ἡ Ἀφροδίτη οὐ ποιηταί, οὐδὲ ἄνθρωποί εἰσιν, ἀλλὰ θεοί.
Ἀλλὰ… τίνες ἐστὲ ὑμεῖς;
ΜΑΤΘΙΑΣ, ΙΡΙΣ· Καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν, οὐδὲ θεοί ἐσμεν.
ΖΗΝΩΝ, ΑΤΟΣΣΑ· Ἡμεῖς οὔτε ποιηταὶ οὔτε φιλόσοφοί ἐσμεν, ἀλλὰ μαθηταί.
ΑΣΠΑΣΙΑ· Οὐδ᾽ ἐγὼ φιλόσοφός εἰμι, ἀλλὰ διδάσκαλος.
Reading 1f: ΤΙ ΠΡΑΤΤΕΙΣ;
ΑΣΠΑΣΙΑ· Τί ἐστι τοῦτο, ὦ Ἄτοσσα;
ΑΤΟΣΣΑ· Τοῦτό ἐστιν τὸ ἐμὸν βιβλίον.
ΑΣΠΑΣΙΑ· Τί πράττεις;
ΑΤΟΣΣΑ· Ἡσυχάζω καὶ ἀναγιγνώσκω.
ΑΣΠΑΣΙΑ· Ἡσυχάζεις καὶ ἀναγιγνώσκεις;
ΑΤΟΣΣΑ· Ναί.
ΑΣΠΑΣΙΑ· Τί λέγεις; ἐγὼ διδάσκω, καὶ σὺ ἀναγιγνώσκεις; οἴμοι!
καὶ σύ, ὦ Σωφρόνιε, τί πράττεις;
ΣΩΦΡΟΝΙΟΣ· …
ΑΣΠΑΣΙΑ· Ὦ Σωφρόνιε! ΣΩ-ΦΡΟ-ΝΙ-Ε! ἆρα καθεύδεις;
ΣΩΦΡΟΝΙΟΣ· Οἴμοι! ναί, καθεύδω!
ΑΣΠΑΣΙΑ· Τί λέγεις; ἐγὼ διδάσκω, καὶ σὺ καθεύδεις! οἴμοι!
καὶ ὑμεῖς; τί πράττετε; ἆρα καὶ ὑμεῖς καθεύδετε;
ΙΡΙΣ, ΜΑΤΘΙΑΣ· Οὐ καθεύδομεν.
ΑΣΠΑΣΙΑ· Ἆρ᾽ ἡσυχάζετε;
ΙΡΙΣ, ΜΑΤΘΙΑΣ· Οὐχ ἡσυχάζομεν. οὔτε καθεύδομεν, οὔτε ἡσυχάζομεν.
ΑΣΠΑΣΙΑ· Ἆρ’ ἀναγιγνώσκετε;
ΙΡΙΣ, ΜΑΤΘΙΑΣ· Οὐκ ἀναγιγνώσκομεν.
ΑΣΠΑΣΙΑ· Τί πράττετε;
ΙΡΙΣ, ΜΑΤΘΙΑΣ· Οὐκ ἀναγιγνώσκομεν, ἀλλ’ ἐσθίομεν.
ΑΣΠΑΣΙΑ· Τί λέγετε; ἐσθίετε; ἀλλ’ ἐγὼ διδάσκω!
Ζήνων! Δάφνη! Τι πράττετε ὑμεῖς; ἆρ’ ἐσθίετε καὶ ὑμεῖς;
ΔΑΦΝΗ, ΖΗΝΩΝ· Οὐκ ἐσθίομεν, οὐδὲ καθεύδομεν.
ΑΣΠΑΣΙΑ· Ἡσυχάζετε;
ΔΑΦΝΗ, ΖΗΝΩΝ· ᾌδομεν, οὐδὲ ἡσυχάζομεν.
ΑΣΠΑΣΙΑ· Τί λέγετε; ᾄδετε; οὐ μανθάνετε;
οἱ μαθηταὶ ᾄδουσιν, καθεύδουσιν, ἐσθίουσιν, ἀναγιγνώσκουσιν… ἀλλὰ τίς μανθάνει;